Ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ Ἔρωτα οὐ θεὸν νομίζεις;
Τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως; θνητός; ––Ἥκιστά γε. –– Ἀλλὰ τί μήν; –– Ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου. –– Τί οὖν, ὦ Διοτίμα; –– Δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ. –– Τίνα, ἦν δ᾽ ἐγώ, δύναμιν ἔχον; –– Ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρ᾽ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς [τῶν θυσιῶν]. ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ ξυνδεδέσθαι. διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαγείαν πᾶσαν καὶ γοητείαν. θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι· καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινάς, βάναυσος. οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ ὁ Ἔρως.
«Βλέπεις λοιπόν, ὅτι καὶ σὺ δὲν θεωρεῖς θεὸν τὸν Ἔρωτα;»
«Ἀλλὰ τότε» εἶπα «τί νὰ εἶναι ὁ Ἔρως; θνητός;» «Κάθε ἄλλο». «Μὰ τότε τί;» «Ὅπως καὶ τὰ προηγούμενα παραδείγματα» εἶπε· «κάτι μεταξὺ θνητοῦ καὶ ἀθανάτου». «Δηλαδή, Διοτίμα, τί;» «Δαίμων μέγας, Σωκράτη. Ἄλλωστε κάθε τὶ δαιμονικὸν εὑρίσκεται μεταξὺ θεοῦ και θνητοῦ». «Καὶ ποία εἶναι» εἶπα εγὼ «ἡ δράσις του;» «Νὰ μεταφράζῃ καὶ νὰ μεταβιβάζῃ εἰς τοὺς θεοὺς τὰ προερχόμενα ἐκ τῶν ἀνθρώπων καὶ εἰς τοὺς ἀνθρώπους τὰ ἐκ τῶν θεῶν, ἐκείνων μὲν τὰς προσταγὰς καὶ τὰς ἀνταποδόσεις. Εἰς τὸ μέσον δὲ καὶ τῶν δύο ὅπως εὑρίσκεται, γεμίζει τὸ κενόν. ὥστε τὸ σύμπαν νὰ ἔχῃ συνοχὴν ἐσωτερικήν. Διὰ μέσου τούτου προβαίνει εἰς τὸ ἔργον της καὶ ἡ μαντικὴ ὁλόκληρος καὶ τῶν ἱερέων ἡ τέχνη ἡ σχετικὴ μὲ τὰς θυσίας καὶ τὰς μυσταγωγίας καὶ τὰς ἐπῳδάς, καὶ γενικῶς μὲ τὴν μαγείαν καὶ τὴν γοητείαν. Τὸ θεῖον μὲ τοὺς ἀνθρώπους δὲν ἔρχεται εἰς ἄμεσον συγχρωτισμόν, ἀλλὰ διὰ τῆς μεσολαβήσεως τούτου συντελεῖται οἱαδήποτ᾽ ἐπικοινωνία καὶ συνομιλία θεῶν καὶ ἀνθρώπων, εἴτε κατὰ τὴν ἐγρήγορσιν εἴτε εἰς τὸν ὕπνον των. Ὅστις εἰς αὐτὰ τὰ ζητήματα εἶν᾽ ἔμπειρος, εἶν᾽ ἕνας ἄνθρωπος δαιμόνιος· ἐνῷ ὅστις εἶναι εἰς ἄλλα πράγματα σοφός, εἰς ἐπιστήμην π.χ. ἢ χειρωνακτικὴν ἐργασίαν, εἶν᾽ ἕνας βάναυσος. Οἱ δαίμονες λοιπὸν αὐτοὶ εἶναι πολυάριθμοι καὶ διαφόρων εἶδῶν· ἕνας ἐξ αὐτῶν εἶναι καὶ ὁ Ἔρως.
[Πλάτωνος, Συμπόσιον, μτφρ. Ἰωάννου Συκουτρή, σελ. 136-139, ἐκδ. Ἀκαδημία Ἀθηνῶν, Ἀθῆναι, 2022]
