12-5-2023


ΑΓΑΘΩΝ: Νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος· πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος, οὐ γὰρ ἂν οἷός τ᾽ ἦν πάντῃ περιπτύσσεσθαι, οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν. συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη. ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει. ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος. χρόας δὲ κάλλος ἡ κατ᾽ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ καὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως· οὗ δ᾽ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει. 


ΑΓΑΘΩΝ: Νεώτατος, εἴπαμεν, εἶναι καὶ ἁπαλώτατος· ἐκτὸς δὲ τούτου καὶ ὑγρὸς εἰς τὴν μορφήν. Εἰδεμή, δὲν θὰ κατώρθωνε νὰ προσαρμόζετ᾽ εἰς τὸ κάθε τί, καὶ εἰς κάθε μιᾶς ψυχῆς τὸ βάθος ἀπαρατήρητος εἰς τὰς ἀρχὰς καὶ νὰ εἰσχωρῇ καὶ ν᾽ ἀποχωρῇ –– ἂν ἦτο δύσκαμπτος. Ἁρμονικῆς δὲ φύσεως καὶ εὐλυγίστου ἔνδειξις σοβαρὰ ἡ κομψοπρέπεια. Αὐτὴν κατέχει εἰς ἐξαιρετικὸν βαθμὸν ἀπ᾽ ὅλους (ὅλοι τ᾽ ἀναγνωρίζουν) ὁ Ἔρως· ἀπρέπεια καὶ Ἔρως πόλεμον μεταξύ των αἰώνιον ἔχουν. Τοῦ χρώματος πάλιν τὴν ὡραιότητα, τοῦ θεοῦ εἰς τ᾽ ἄνθη μέσα ἡ διαμονὴ τὴν φανερώνει. Εἰς ἀνάνθιστον καὶ ἐξανθισμένον, εἴτε σῶμα εἴτε πνεῦμα εἴτε τίποτ᾽ ἄλλο, ὁ Ἔρως δὲν ἑδρεύει· ὅπου ὅμως ἀνθισμένος καὶ μυρισμένος εἶναι τόπος, ἐκεῖ καὶ ἑδρεύει καὶ παραμένει. 


σ. 106-109



ΑΓΑΘΩΝ: Οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε ξυνόδους μετ᾽ ἀλλήλων πάσας τιθεὶς ξυνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δ᾽ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· Τρυφῆς, Ἁβρότητος, Χλιδῆς, Χαρίτων, Ἱμέρου, Πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν· ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν λόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, ξυμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος· ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾄδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα.


ΑΓΑΘΩΝ: Αὐτὸς εἶναι, ποὺ τὴν ἐχθρότητα μᾶς ἀφαιρεῖ, μὲ οἰκειότητα μᾶς πλημμυρεῖ, τὰς παρόμοιας μεταξύ μας νὰ συγκεντρώνωμεν συγκεντρώσεις ὅλας αὐτὸς ὁρίζει καὶ πρωτοστάτης βαδίζει εἰς τὰ πανηγύρια, τὰ χοροστάσια, τὰς τελετάς· μειλιχιότητα ἐξασφαλίζει, ἀγριότητα ἐξαφανίζει· δῶρα χαρίζει τῆς εὐμενείας, δῶρα ἀρνεῖται τῆς δυσμενείας· στοργικός, μαλακός· τῶν σοφῶν τὸ θέαμα, τῶν θεῶν τὸ καύχημα· ζηλευτὸς εἰς τοὺς ἀμετόχους, θησαυρὸς διὰ τοὺς κατόχους· τῆς Ἀπολαύσεως, τῆς Ἀνέσεως, τῆς Εὐμαρείας, τῶν Θελγήτρων, τῆς Λαχτάρας, τοῦ Πόθου πατέρας· ἀγρυπνεῖ διὰ τοὺς καλούς, ἀδιαφορεῖ διὰ τοὺς κακούς· εἰς κάθε κόπον, εἰς κάθε φόβον, εἰς κάθε πόθον, εἰς κάθε λόγον οἰακιστής, πολεμιστής, συμμαχητὴς καὶ σωτὴρ τέλειος· ὅλων μαζὶ θεῶν καὶ ἀνθρώπων στόλισμα· ὁδηγητὴς πανεύμορφος, πανίσχυρος. Αὐτὸν ν᾽ ἀκολουθῇ χρεωστεῖ ὁ κάθε ἄνθρωπος μ᾽ ἁρμονικὰ ὑμνολογήματα, εἰς τὸ τραγοῦδι του νὰ ἑνώνῃ τὴν φωνήν του, ποὺ τραγουδεῖ καὶ τῶν θεῶν καὶ τῶν βροτῶν ὅλων τὰ στήθη σαγηνεύει. 


σ. 114-115




[Πλάτωνος, Συμπόσιον, μτφρ. Ἰωάννου Συκουτρή, ἐκδ. Ἀκαδημία Ἀθηνῶν, Ἀθῆναι, 2022]

Ο ΧΡΟΝΟΣ