18-5-2023


Πειρῶ δέ μοι, ἔφη, τὸν νοῦν προσέχειν ὡς οἷόν τε μάλιστα. Ὃς γὰρ ἂν μέχρι ἐνταῦθα πρὸς τὰ ἐρωτικὰ παιδαγωγηθῇ, θεώμενος ἐφεξῆς τε καὶ ὀρθῶς τὰ καλά, πρὸς τέλος ἤδη ἰὼν τῶν ἐρωτικῶν ἐξαίφνης κατόψεταί τι θαυμαστὸν τὴν φύσιν καλόν, τοῦτο ἐκεῖνο, ὦ Σώκρατες, οὗ δὴ ἕνεκεν καὶ οἱ ἔμπροσθεν πάντες πόνοι ἦσαν, πρῶτον μὲν ἀεὶ ὂν καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον οὔτε φθίνον, ἔπειτα οὐ τῇ μὲν καλόν, τῇ δ᾽ αἰσχρόν, οὐδὲ τοτὲ μέν, τοτὲ δὲ οὔ, οὐδὲ πρὸς μὲν τὸ καλόν, πρὸς δὲ τὸ αἰσχρόν, οὐδ᾽ ἔνθα μὲν καλόν, ἔνθα δὲ αἰσχρόν, ὡς τισὶ μὲν ὂν καλόν, τισὶ δὲ αἰσχρόν· οὐδ᾽ αὖ φαντασθήσεται αὐτῷ τὸ καλὸν οἷον πρόσωπόν τι οὐδὲ χεῖρες οὐδὲ ἄλλο οὐδὲν ὧν σῶμα μετέχει, οὐδέ τις λόγος οὐδέ τις ἐπιστήμη, οὐδέ που ὂν ἐν ἑτέρῳ τινι, οἷον ἐν ζώῳ ἢ ἐν γῇ ἢ ἐν οὐρανῷ ἢ ἔν τῳ ἄλλῳ, ἀλλ᾽ αὐτὸ καθ᾽ αὑτὸ μεθ᾽ αὑτοῦ μονοειδὲς ἀεὶ ὄν, τὰ δὲ ἄλλα πάντα καλὰ ἐκείνου μετέχοντα τρόπον τινὰ τοιοῦτον, οἷον γιγνομένων τε τῶν ἄλλων καὶ ἀπολλυμένων μηδὲν ἐκεῖνο μήτε τι πλέον μήτε ἔλαττον γίγνεσθαι μηδὲ πάσχειν μηδέν. ὅταν δή τις ἀπὸ τῶνδε διὰ τὸ ὀρθῶς παιδεραστεῖν ἐπανιὼν ἐκεῖνο τὸ καλὸν ἄρχηται καθορᾶν, σχεδὸν ἄν τι ἅπτοιτο τοῦ τέλους. τοῦτο γὰρ δή ἐστι τὸ ὀρθῶς ἐπὶ τὰ ἐρωτικὰ ἰέναι ἢ ὑπ᾽ ἄλλου ἄγεσθαι, ἀρχόμενον ἀπὸ τῶνδε τῶν καλῶν ἐκείνου ἕνεκα τοῦ καλοῦ ἀεὶ ἐπανιέναι, ὥσπερ ἐπαναβασμοῖς χρώμενον, ἀπὸ ἑνὸς ἐπὶ δύο καὶ ἀπὸ δυοῖν ἐπὶ πάντα τὰ καλὰ σώματα, καὶ ἀπὸ τῶν καλῶν σωμάτων ἐπὶ τὰ καλὰ ἐπιτηδεύματα, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ἐπὶ τὰ καλὰ μαθήματα, καὶ ἀπὸ τῶν μαθημάτων ἐπ᾽ ἐκεῖνο τὸ μάθημα τελευτῆσῃ, ὅ ἐστιν οὐκ ἄλλου ἢ αὐτοῦ ἐκείνου τοῦ καλοῦ μάθημα, καὶ γνῷ αὐτὸ τελευτῶν ὃ ἔστι καλόν.



«Προσπάθησε ὅμως» προσέθεσε «νὰ ἐντείνῃς τὴν προσοχήν σου, ὅσον ἠμπορεῖς περισσότερον. Ὅστις λοιπὸν εἰς τὴν σπουδὴν τῆς τέχνης τῆς ἐρωτικῆς ὁδηγηθῇ εἰς τοῦτο τὸ σημεῖον, θεώμενος ὀρθῶς, τὴν μίαν μετὰ τὴν ἄλλην, τὰς διαφόρους μορφὰς τοῦ ὡραίου, ὅταν προχωρήσῃ πλέον πρὸς τὸ τέρμα τῆς ἐρωτικῆς μυσταγωγίας, θ᾽ ἀντικρύσῃ ἐξαφνικὰ ἕνα κάλλος θαυμασίας φύσεως, ἐκεῖνο ἀκριβῶς, Σωκράτη, τὸ κάλλος, χάριν τοῦ ὁποίου κατεβλήθησαν καὶ αἱ προηγούμεναι ταλαιπωρίαι ὅλαι, τὸ ὁποῖον πρῶτον μὲν ὑπάρχει αἰώνιον καὶ δὲν ὑπόκειται οὔτε εἰς γένεσιν οὔτε εἰς ἀφανισμόν, οὔτε εἰς αὔξησιν οὔτε εἰς ἐλάττωσιν, ἔπειτα δὲν εἶναι ὡραῖον ἀπὸ μιᾶς ἀπόψεως, ἄσχημον ἀπὸ ἄλλης, οὔτε ὡραῖον σήμερον, αὔριον ὄχι, οὔτε σχετικῶς μὲ τοῦτο ὡραῖον, σχετικῶς μ᾽ ἐκεῖνο ἄσχημον, οὔτε ἐδῶ ὡραῖον, ἐκεῖ ἄσχημον, ὡσὰν νὰ ἦτο διὰ μερικοὺς ὡραῖον, δι᾽ ἄλλους ἄσχημον. Οὔτε ἀφ᾽ ἑτέρου θὰ τοῦ παρουσιασθῇ τὸ ὡραῖον ὑπὸ τὴν μορφὴν ἑνὸς προσώπου ἢ χειρῶν ἢ ἄλλου τινὸς σωματικοῦ, καὶ οὔτε ὑπὸ τὴν μορφὴν ἑνὸς λόγου ἢ μιᾶς ἐπιστήμης, οὔτε πάντως ὡς ὑπάρχον εἰς ἕνα διάφορον ὄν, εἰς ἕνα ἔμψυχον π.χ. ἢ ἕνα τοπίον ἢ εἰς τὸν οὐρανὸν ἢ εἰς ἄλλο τι· ἀλλ᾽ ὡς κάτι ποὺ ὑπάρχει μόνον του, αὐτοτελῶς, μὲ τὸν ἑαυτόν του, ἑνιαῖον εἰς τὴν μορφήν, αἰώνιον, ὅλα δὲ τ᾽ ἄλλα τὰ ὡραῖα μετέχουν ἐκείνου κατὰ τοιοῦτον τινα τρόπον, ὥστε, μὲ τὴν γένεσιν καὶ τὸν ἀφανισμὸν ἐκείνων, ἐκεῖνο μήτε αὔξησιν μήτε ἐλάττωσιν καμμίαν νὰ ὑφίσταται μήτε κανέναν ἄλλον ἐπηρεασμόν. Ὅταν λοιπὸν χάρις εἰς τὴν ὀρθὴν τῆς παιδεραστίας ἐφαρμογήν, ἀναβῇ ἀπὸ τὰ φαινόμενα ἐδῶ κάτω, καὶ ἀρχίσῃ ν᾽ ἀντικρύζῃ ἐκεῖνο τὸ κάλλος, προσεγγίζει σχεδόν, θὰ ἔλεγα, τὸ τέρμα. Διότι αὐτὸ ἀκριβῶς εἶναι ἡ ὀρθὴ πρὸς τὰ ἐρωτικὰ ὁδός, εἴτε αὐτοβούλως βαδίζεις εἴτε ὑπ᾽ ἄλλου ὁδηγεῖσαι, ν᾽ ἀρχίζῃς ἀπὸ τὰ ὡραῖα ἐδῶ κάτω ἐν ὄψει ἐκείνης τῆς ὡραιότητος καὶ ν᾽ ἀναβαίνῃς διαρκῶς, μεταχειριζόμενος, βαθμίδας, οὕτως εἰπεῖν, ἀπὸ τὸ ἕνα πρὸς τὰ δύο καὶ ἀπὸ τὰ δύο πρὸς ὅλα τὰ ὡραῖα σώματα, καὶ ἀπὸ τὰ σώματα τὰ ὡραῖα πρὸς τὰς ὡραίας πράξεις καὶ ἀπὸ τὰς πράξεις πρὸς τὰς μαθήσεις τὰς ὡραίας, ἕως ὅτου ἀπὸ τὰς μαθήσεις φθάσῃς εἰς ἐκείνην τελικῶς τὴν μάθησιν, ἡ ὁποία εἶναι μάθησις ἐκείνου τοῦ ἀπολύτου κάλλους, ὄχι ἄλλου, καὶ γνωρίσῃς αὐτὸ τοῦτο τὸ κάλλος τὸ ἀπόλυτον. 




[Πλάτωνος, Συμπόσιον, μτφρ. Ἰωάννου Συκουτρή, σελ. 178-183, ἐκδ. Ἀκαδημία Ἀθηνῶν, Ἀθῆναι, 2022]

Ο ΧΡΟΝΟΣ