Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε, πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Τὸν ἄγριο θυμό, θεά, τραγούδησε τοῦ Ἀχιλλέα, γιοῦ τοῦ Πηλέα, ὀλέθριο θυμό, ποὺ τόσα πάθη φόρτωσε στοὺς Ἀχαιούς, τόσες γενναῖες ψυχὲς κατέβασε στὸν Ἅδη, ἡρώων ψυχές, κι ἄφησε λεία στὰ σκυλιὰ τὰ σώματά τους, στὰ λαίμαργα ὄρνια, ἔτσι ποὺ συντελέστηκε ἡ βουλὴ τοῦ Δία, ἀφότου μεταξύ τους χώρισαν καὶ πῆραν νὰ διχογνωμοῦν τοῦ Ἀτρέα ὁ γιός, ὁ πρῶτος τοῦ στρατοῦ, κι ὁ θεῖος Ἀχιλλέας.
[Ὁμήρου, Ἰλιάς, σελ. 23, μτφρ. Δ. Ν. Μαρωνίτης, ἐκδ. Ἄγρα, Ἀθήνα, 2012]
